ΠΑΡΑΚΛΗΣΙΣΕΙΣ ΤΟΝΟΣΙΟΝ ΕΥΣΤΡΑΤΙΟΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ (9/1) κ.α.
ΠAΡΑΚΛΗΤΙΚΟΣ
ΚΑΝΩΝ
EIΣ TON OΣION KAI ΘEOΦOΡON ΠΑΤΕΡΑ ΗΜΩΝ
EΥΣΤΡΑΤΙΟΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ
Οὗ ἡ ἱερὰ μνήμη
ἐπιτελεῖται τὴν 9ην Ἰανουαρίου
(Ποίημα
Καθηγουμένης ᾿Ισιδώρας Μοναχῆς ῾Αγιεροθεϊτίσσης).
῾Ο ἀναγνώστης· ᾿Αμήν.
Τὸ ἐπαναλαμβάνομεν ἀνὰ στίχον.
Στίχος α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχος β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν
με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχος γ´. Παρὰ Κυρίου ἐγένετο
αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς
ἡμῶν.
Κατόπιν τὰ Τροπάρια.
Τὸν θεοφόρον ἀσκητὴν τοῦ Ὀλύμπου,
τῆς Βιθυνίας τὸν ἀκοίμητον λύχνον,
τὸν ἀρετῶν ἐκλάμποντα, τῷ θείῳ φωτί˙ ᾄσωμεν Εὐστράτιον, τὸν ἐν θαύμασι
μέγαν, τούτου μακαρίζοντες, τὰς λαμπρὰς ἀριστείας˙ ἃς ἀρεστῇ κατώρθωσε σπουδῇ, ἐν τῇ Αὐγάρων, Μονῇ ἧς ἡγήσατο.
Δόξα. Ὅμοιον.
Εἰκονομάχων ἐν δυστήνοις τοῖς χρόνοις, ὑπὲρ δογμάτων
ἱερῶν ἠγωνίσθης, θεοφιλῶς Εὐστράτιε, κρατήσας καλῶς· πίστιν τὴν ὀρθόδοξον, ἧς ὑπέρμαχος ὤφθης,
μείνας ἀδιάσειστος, ἐν τῷ νόμῳ Κυρίου˙καὶ σεαυτὸν παρέθου
προσευχῆς, καὶ ἐγκρατείας, ὑπόδειγμα ἔμψυχον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´ (50)
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος.
Οὗ ἡ ἀκροστιχίς·
«Εὐστράτιον θαυματουργὸν ᾄδω. Ἰσιδώρας».
Ἑόρτιον σύναξιν οἱ πιστοί, στησώμεθα δεῦτε, εὐφημοῦντες χαρμονικῶς, Εὐστράτιον ὅσιον Πατέρα· θαυματουργὸν ἐν Ὀλύμπῳ τὸν λάμψαντα.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπῆρξας Εὐστράτιε ἐκ παιδός,
πιστὸς ὑπηρέτης, τοῦ Κυρίου καὶ ἀγαθός, διὸ φιλοπόνῳ σου ἀσκήσει˙ τὰ σοὶ δοθέντα ἐπηύξησας
τάλαντα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σοὶ κράζει ἐπαίνους Βιτζιανή, ἡ πόλις Ταρσίας, Βιθυνίας μητροπρεπῶς, τιμᾷ καὶ γεραίρει σε ὡσαύτως˙ ἡ σοὶ ὁμώνυμος νῆσος Εὐστράτιε.
Τὰς τάξεις Ἀγγέλων ἐν οὐρανοῖς, τιμῇ τε καὶ δόξῃ, ὑπερβέβηκας Μαριάμ, Θεὸν ὡς τεκοῦσα ἐκ γαστρός σου˙ τὸν Βασιλέα τῶν ὅλων καὶ Κύριον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε
ὑπὲρ ἡμῶν.
Ρυθμιζόμενος αὔραις,
τοῦ παντουργοῦ Πνεύματος, ἔλιπες τοῦ κόσμου τὴν τύρβην, πάτερ Εὐστράτιε,
καὶ προσελθὼν
νουνεχῶς, ἐν τῇ Μονῇ τῶν Αὐγάρων, Μοναχῶν ἐφόρεσας, σχῆμα τὸ ἅγιον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε
ὑπὲρ ἡμῶν.
᾿Αγρυπνίας νηστείας, καὶ προσευχὰς ἔφερες,
ὥσπερ προσφορὰν τῷ Κυρίῳ, ἐν οἰκειότητι, καὶ παρ’ Αὐτοῦ δαψιλῶς, τὸν πολυτίμητον πλοῦτον,
τῆς ἀγάπης ἔλαβες, πάτερ Εὐστράτιε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τίς Εὐστράτιε μάκαρ, τοὺς ἱεροὺς ἄθλους σου, δύναται
καλῶς ἀριθμῆσαι; σὺ γὰρ ὡς ἄσαρκος, ἐν ἐγκρατείᾳ σκληρᾷ,
καὶ ταπειναῖς ἐργασίαις, καὶ παννύχοις στάσεσιν,
ἦγες τὸν βίον σου.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Λυτρωτὴν τέτοκας,
Ἄχραντε Παρθένε Μαρία, τὸν καταργήσαντα, τὰ τοῦ θανάτου
δεσμά, ἀκαταλύτῳ δυνάμει,
καὶ ζωὴν δωρούμενον, τὴν ἀτελεύτητον.
᾿Αξίωσον ἡμᾶς φυλάττειν,
τὸν νόμον τῆς ἐγκρατείας, ὁ φυλάξας ἐπιμελῶς θεσμοὺς τῆς ἀσκήσεως, Εὐστράτιε πάτερ θαυματοφόρε.
Ἐπίβλεψον ἐν εὐμενείᾳ,
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὀφθαλμοῖς σου οὐκ ἔδωκας, ὕπνον ὦ Εὐστράτιε
ὁσιώτατε˙ οὐδὲ πάλιν τοῖς βλεφάροις σου, νυσταγμὸν εὐχόμενος πρὸς Κύριον.
Νουθεσίαις Εὐστράτιε, καὶ ταῖς διδαχαῖς σου εἰς τὴν ἀλήθειαν˙ τοὺς Μονάζοντας ἐστήριξας, ὡς σοφὸς καὶ εὔγνωστος Ἡγούμενος.
Θαυμαστά σου τὰ θαύματα, καὶ ἡ πολιτεία σου ἀκατάγνωστος˙ ἀξιέραστος ὁ ζῆλός σου, καὶ θερμὴ ἡ πίστις σου Εὐστράτιε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μόνος τῷ Θεῷ, προσωμίλεις προσευχόμενος, ἐν τῷ ὄρει
τοῦ Ὀλύμπου παροικῶν, καὶ ἐν σπηλαίῳ,
τῆς σῆς νήσου ὦ Εὐστράτιε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἄγαν τοῦ Θεοῦ, μελετήσας
τὰ προστάγματα, ἐπελάθου
ὦ Εὐστράτιε σοφέ, διδασκαλίας, κοσμικὰς καὶ ματαιόφρονας.
Τέλειον Θεόν, καὶ βροτὸν ὡσαύτως τέλειον,
ἀπεκύησας Παρθένε
Μαριάμ, Χριστὸν Μεσσίαν,
τὸν λυτρούμενον τὸν ἄνθρωπον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐδέποτε ἱερὲ Εὐστράτιε, ἐπὶ κλίνης καὶ στρωμνῆς ἐκοιμήθης, ἀλλ’ εἰς τὴν γῆν, ἐπ’ ὀλίγον ἐδίδως,
τῇ ταλαιπώρῳ σαρκί σου ἀνάπαυσιν˙ Θεῷ ἀπαύστως ὁμιλῶν˙
προσευχαῖς καὶ δεήσεσιν
Ὅσιε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπέρτερος ἡδονῶν Εὐστράτιε, τῇ συντόνῳ σου ἀσκήσει ἐγένου, πάθη σαρκός,
ἐγκρατῶς χαλινώσας, καὶ ὑποτάξας
τὸ χεῖρον τῷ κρείττονι˙ ἐδέξω ὅθεν ὡς μισθόν˙
αἰωνίου ζωῆς τὸ δηνάριον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Γαλήνιον σὲ λιμένα ἔχομεν, καὶ παρήγορον τοῦ κόσμου ἐλπίδα, ἁμαρτωλῶν, πρὸς Θεὸν παῤῥησίαν, καὶ προστασίαν καὶ σκέπην καὶ στήριγμα˙ πιστῶν τε πάντων βοηθόν· Παναγία Παρθένε Μητρόθεε.
Ἀξίωσον ἡμᾶς φυλάττειν, τὸν νόμον τῆς ἐγκρατείας, ὁ φυλάξας ἐπιμελῶς θεσμοὺς τῆς ἀσκήσεως,
Εὐστράτιε πάτερ θαυματοφόρε.
Ἄχραντε ἡ διὰ λόγου, τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
᾿Εν Ὀλύμπῳ τὴν ἀγγελικὴν πολιτείαν
σου, διανύσας ἱεροπρεπῶς ὑπερέλαμψας, μετὰ δόξης
θεοπρεποῦς Εὐστράτιε σοφέ, ζωὴν
ἔγκλειστον καὶ αὐστηράν,
ἐπιδειξάμενος καλῶς, ἀσκητὴς ὡς πολύπειρος· σπήλαιον δὲ ὡσαύτως, εἰς νήσου τῆς ὁμωνύμου, ἀγωνισάμενος καλῶς, θείας δόξης κατηξίωσαι.
Εἶτα τὸ Α´ ᾿Αντίφωνον τῶν ᾿Αναβαθμῶν τοῦ δ´ ῎Ηχου.
᾿Εκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι (δίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει
ὑψοῦται λαμπρύνεται, τῇ
Τριαδικῇ Μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει, τὰ τῆς χάριτος
ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχε μοι (δίς).
Στίχος· Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε
τὰ διαβήματά μου.
Εὐαγγέλιον.
᾿Επιλέγεται ὑπὸ τοῦ
Ἱερέως.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου,
πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ὁ Ἱερεὺς· Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικηφόρος ἐδείχθης,
στρατιώτης Κυρίου, σοφὲ
Ευστράτιε, παθῶν τὴν τυραννίδα, νικήσας κατὰ κράτος, τοῖς ὁσίοις σου σκάμμασι˙
καὶ αἰωνίου ζωῆς, ἐδέξω τὰ βραβεῖα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀγοράσαι ποθήσας, τὸν χρυσοῦν μαργαρίτην, τὸν πολυτίμητον, τῆς ἄνω Βασιλείας, κατέλιπες τοῦ κόσμου, τὰ τερπνὰ ὦ Εὐστράτιε˙ καὶ ὡς πτωχὸς ἀσκητής, ηὐλίσθης ἐν σπηλαίῳ.
Ὡς θεῖος λύχνος, ἐπὶ τοῦ ὄρους ἐτέθης, τῆς Χριστοῦ Ἐκκλησίας καὶ λάμπεις, κάλλει ἀπροσίτῳ, Εὐστράτιε παμμάκαρ.
Ἰδοὺ ὡς δῶρον, ἀσκητικῶν
σοι ἱδρώτων, τοὺς καμάτους μου Κύριε φέρω, ὅλης ἐκ καρδίας, Εὐστράτιος ἐβόα.
Σκεῦος ἐδείχθης, τῆς ἐκλογῆς τῆς τιμίας, ὦ Εὐστράτιε ὅσιε πάτερ, εὔχρηστον εἰς βάσιν, καλῆς διακονίας.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
Ἱερωτέρα, ἀγγελικῶν στρατευμάτων, σὺ ὑπάρχεις Παρθένε Μαρία, ὡς ἀποτεκοῦσα, τὸν πάντων Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δικαίων αἱ χορεῖαι, τάξεις
τῶν ὁσίων, τῶν ἀσκητῶν τε τὰ πλήθη,
σκιρτῶσιν ὁμοῦ, τῇ ἑορτίῳ τιμῇ σου, πάτερ Εὐστράτιε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς εὔκαρπος ἐλαία,
ἔδωκας πλουσίως, τὰς ἀγαθὰς
ἐπιδόσεις, ἐν οἴκῳ Θεοῦ, διὸ Εὐστράτιε πλοῦτον, εὗρες οὐράνιον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ρανάτωσαν τὰ ὄρη, θείαν εὐφροσύνην, τοῦ Εὐστρατίου τῇ μνήμῃ, ὁσίου Πατρός,
καὶ γὰρ ἐν ὄρει Ὀλύμπου,
οὗτος ἠγώνισται.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀγάλλου Εὐστρατίου, τῇ μεγαλωσύνῃ, τῆς Βιθυνίας ἡ χώρα, καὶ χαῖρε ὁμοῦ, πλησιοχώρως τῆς Λήμνου,
νῆσος ὁμώνυμος.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σκηνὴ τῆς θείας δόξης,
ὤφθης Θεοτόκε, τὸν Βασιλέα τῶν ὅλων, Χριστὸν
τὸν Θεόν, ἀπεριγράπτως γὰρ ἔσχες, ἐν τῇ κοιλίᾳ σου.
Εἶτα, τό˙
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν
σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα
τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον
τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἄγαμαι τὰς θείας σου ἀρετάς, στέργω σου τὴν δόξαν,
μεγαλύνω σου τὴν τιμήν, ὕμνοις ἐκθειάζω, Εὐστράτιε παμμάκαρ, τῶν σῶν κατορθωμάτων,
τὰ ἀκροθίνια.
Ἴσχυσας νικῆσαι τοῦ δυσμενοῦς, πάσας τὰς ἐνέδρας, ὦ Εὐστράτιε ἱερέ, σὺ γὰρ ἐγκρατείᾳ, ἐνέκρωσας
τὰ πάθη, ζωῆς ἐπιζητήσας, τὰ διαβήματα.
Ρόδον ὦ Εὐστράτιε ὡς τερπνόν, ἤνθησέ σε Πάτερ, εὐαρέστως Βιτζιανή, πόλις τῆς Ταρσίας, καὶ πᾶσα Βιθυνία, προσφέρει σε Κυρίω, μητροπρεπέστατα.
Ἔζησας Αὐγάρων ἐν τῇ Μονῇ, σχῆμα Μοναζόντων, ὦ
Εὐστράτιε ἐνδυθείς,
καὶ ἀπεξεδύθης, τὸ φρόνημα
τοῦ κόσμου, ταῖς τάξεσιν Ἀγγέλων,
προσοικειούμενος.
Στήριγμα ἐγένου τῶν Μοναστῶν, τούτους νουθετήσας, ὡς ἡγούμενος συνετός, καὶ Εὐαγγελίου, διδάξας τὰς προστάξεις, ἐν ἔργοις σου καὶ λόγοις, πάτερ Εὐστράτιε.
Ἴθυνας λιμένα εἰς γαληνὸν, τοὺς ταραττομένους, ἐν τῷ κλύδωνι τῶν παθῶν, καὶ εἰρηνοδώρους παρέσχες ἀντιδόσεις, Ευστράτιε παμμάκαρ, τοις προσιοῦσί σοι.
Ρήματα ἡ νῆσός σου προσφωνεῖ, στέφουσα ἐκ πόθου, τῶν θαυμάτων σου τὰς σειράς, καὶ ἐν ἐγκωμίοις, Εὐστράτιε τιμῶσα, τὰ θεῖα μεγαλεῖα, τῆς πολιτείας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες,
μετὰ τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος
Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Παναγία Τριάς, ἐλέησον
ἡμᾶς. Κύριε, ἱλάσθητι
ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι
τάς ἀσθενείας ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω
τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία
Σου· γενηθήτω τὸ θέλημά
Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφει
λήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ
μὴ εἰσενέγκῃς ἡμᾶς
εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ
τοῦ πονηροῦ.
Ὁ Ἱερεὺς: Ὅτι Σοῦ ἐστιν…
Ἀπολυτίκια.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν ὁδὸν τὴν εὐθεῖαν,
τῆς τιμίας ἀσκήσεως,
πόθῳ θεαρέστῳ διέβης,
εὐθυπόρως Εὐστράτιε˙ νικήσας
τυραννίδα τῶν παθῶν, καὶ φθάσας ἀπαθείας εἰς σκηνάς, ἐγκρατείᾳ καὶ πτωχείᾳ καὶ προσευχῇ, Θεῷ διαλεγόμενος. Χαίροις
τῆς Βιθυνίας χαρμονή· χαίροις Ὀλύμπου σέμνωμα· χαίροις χειραγωγὲ τῶν εὐσεβῶν, Πατὴρ τῶν μοναζόντων τε.
Ἡ Μονὴ τῶν Αὐγάρων, ἧς κατέστης Ἡγούμενος, Ὄλυμπος ὁμοῦ Βιθυνίας, σὲ τιμῶσιν Εὐστράτιε· Ἁγίου Εὐστρατίου ἐν χαρᾷ, ἡ νῆσος καὶ τὸ σπήλαιον σκιρτᾷ, Ταϋγέτου τὸ χωρίον δὲ τοῦ Λαδᾶ, τῷ σῷ Ναῷ ἀγάλλεται. Χαίροις τῆς ἐγκρατείας ἐραστά· χαίροις κανὼν ἀσκήσεως· χαίροις ὁ προασπίσας τὴν τιμήν, εἰκόνων τῶν ἁγίων τε.
Χαίροις τῆς ἀσκήσεως κανών,
χαίροις ἐγκρατείας ὁ λύχνος, τῆς προσευχῆς ἡ λαμπάς, ἔλαιον ἡ ἔχουσα, τῆς ταπεινώσεως, καὶ φωτὶ διαλάμπουσα, ζωῆς ἐναρέτου, σκότους
τε διώκουσα, τὴν σκυθρωπότητα, χαίροις
Ἐκκλησίας ὁ στῦλος,
πίστεως ἁγίας ἡ βάσις, πάτερ ὁσιώτατε Εὐστράτιε.
Χαίρουσιν πιστοί σου ἐν Λαδᾷ, καὶ δοξάζουσιν ἐν Ναῷ σου, τὰ μεγαλεῖα τὰ σά, Ὅσιε Εὐστράτιε, θεοειδέστατε, τοῦ Ὀλύμπου τὸ ὄρος τε, σκιρτᾷ καὶ καυχᾶται, ἔχει γὰρ ὡς σέμνωμα, τὴν πολιτείαν σου, ὅθεν καὶ βοᾷ χαρμοσύνως, δεῦτε μοι συγχάρητε πάντες, τοῦ ἐμοῦ υἱοῦ τοῖς προτερήμασιν.
Κόσμου ματαιότητα λιπών, ἦλθες ἐν Μονῇ τῶν Αὐγάρων, Ἀγγελικὸν ἀσπασθείς, βίον ὦ Εὐστράτιε, ἀπὸ νεότητος, προσευχαῖς καὶ δεήσεσι, σχολάζων ἀπαύστως, ἔχων ὡς μελέτην σου, Χριστοῦ τὸ ὄνομα, ὕπνον μὴ διδοὺς ὀφθαλμοῖς σου, μηδὲ κοιτασθεὶς ἐπὶ κλίνης, μήτε τρυφηλῆς τροφῆς γευσάμενος.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Τῇ πρεσβεία, Κύριε, πάντων τῶν ῾Αγίων…
Ὁ Ἱερεὺς: Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀξίωσόν με εὐδρομεῖν ἐν τῇ ὁδῷ Κυρίου, θαυματουργὲ Εὐστράτιε, Ὅσιε θεοφόρε, ὁ ἐν τῷ ὄρει ἀσκηθεὶς Ὀλύμπου Βιθυνίας, καὶ ἐν σπηλαίῳ ἐγκλεισθεὶς τῆς ὁμωνύμου νήσου, ἕνθα εὐθέως ἕδραμες τῶν ἀρετῶν τὴν στράταν, καὶ εἰς τὴν πόλιν ἔφθασας τῆς ἄνω Βασιλείας, ταῖς κάλλεσιν τῶν ἀρετῶν καλῶς λελαμπρυσμένος, καὶ τοῦ φωτὸς τὰς καλλονὰς ὁρῶν ἀνεκλαλήτως, βοᾶ σοι ὕμνοις καὶ ᾠδαῖς ἡ πένης Ἰσιδώρα, ἃς προτροπῇ συνέγραφον πιστῶν τῶν συχναζόντων, ἐν νεοκτίστῳ σου Ναῷ Λαδᾶ τοῦ Ταϋγέτου, Ἱεροθέου τε εὐχαῖς Μητροπολίτου Λήμνου, Ἁγίου Εὐστρατίου τε, τοῦ πάνυ σέβοντός σε, καὶ τὰς θερμάς σου πρὸς Θεὸν πρεσβείας αἰτουμένου, ἃς συνεργὸν κεκτήμεθα πάντες ἐν ταῖς ἀνάγκαις, ὅπως ἂν μέγα ἔλεος εὕρωμεν ἐπ’ ἐλπίδι, Πατρός, Υἱοῦ καὶ Πνεύματος, Θεοῦ τοῦ ἐν Τριάδι, τοῦ ἐλεοῦντος συμπαθῶς ἐν οἰκτιρμοῖς ἀφάτοις, πάντας τοὺς μεγαλύνοντας Αὐτοῦ τὴν θείαν δόξαν, πρέπει γὰρ δόξα καὶ τιμὴ Αὐτῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΤΕΛΟΣ
Η σπηλιά Του που έπαθε
μεγάλη ζημιά στο σεισμό του 1968.
ΤΡΟΠΑΡΙΑ-ΑΦΙΕΡΩΜΑ
ΣΤΕΛΛΑΣ ΖΑΧΑΡΟΓΙΑΝΝΗ
ΕΙΣ
ΤΟΝ ΟΣΙΟΝ ΕΥΣΤΡΑΤΙΟΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ (9/1)
ΠΟΛΙΟΥΧΟΝ ΚΑΙ ΠΡΟΣΤΑΤΗΝ ΑΓΙΟΥ ΕΥΣΤΡΑΤΙΟΥ,
ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΦΙΛΟΥΣ ΤΟΥ ΤΟΥΣ ΠΕΝΤΕ ΜΑΡΤΥΡΑΣ,
ΠΡΟΣΤΑΤΑΣ ΚΑΙ ΠΟΛΙΟΥΧΟΥΣ, ΕΠΙΣΗΣ, ΤΗΣ ΝΗΣΟΥ.
Ήχος α΄. Της ερήμου πολίτης.
Εν Ολύμπω Βιθυνίας τη ασκήσει διέλαμψας, και ειρηνικώς θεορρήμον, προς Θεόν
εξεδήμησας· τα βέλη τα πεπυρωμένα των Εικονομάχων εναπέσβεσας, και προστάτης
ανεδείχθης, της ομωνύμου νήσου, θαυματουργέ Ευστράτιε. Χαίροις της εγκρατείας ο
εσμός· χαίροις κρουνός ιάσεων· χαίροις ο
αγιάσας το Λαδά, τη εμφανίσει
Σου.
Ήχος γ΄. Θείας πίστεως.
Θείων τρόπων Σου τη ενεργεία, Σος Ναός ηγέρθη τάχει, εν Λαδά Ταϋγέτου Ευστράτιε, και εν τη νήσω εν η πάλαι έζησας,
Ακολουθία ηυρέθη Ασματική· Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι
ημίν ρώσιν και έλεος.
Θείων τρόπων Σου τη ενεργεία, Σος Ναός ηγέρθη τάχει, εν Λαδά Ταϋγέτου Ευστράτιε, εν ω τιμώμεν ετησίως την μνήμην Σου,
και πάντες πίστει εν ύμνοις δοξάζομεν· Πάτερ όσιε, αεί τη Τριάδι πρέσβευε, λυτρώσασθαι πιστούς της πλάνης των αιρέσεων.
Άξιόν εστιν ως αληθώς…
Βιτζιανής γόνον τον εκλεκτόν, και Μονής Αυγάρων, τον Ηγούμενον τον κλεινόν, προστάτην πολιούχον, της ομωνύμου νήσου, Ευστράτιον τον θείον, ύμνοις τιμήσωμεν.
Χαίροις των Οσίων ο κοινωνός, και Εικονομάχων, ο πολέμιος ο δεινός, χαίροις
όστις πλάκας, εδέχθη γεγραμμένας, χειρί τη Θεία όντως, ως Μωσής άλλοτε.
Χαίροις θείον κλέος των μοναστών, ταπεινοφροσύνης, το υπόδειγμα το λαμπρόν, χαίροις ο δαιμόνων, πατάξας τας εφόδους, δυνάμει του Τιμίου, Ζωοποιού Σταυρού.
Άγνωστος ετέλει χρόνοις πολλοίς, η Ση υμνωδία, ιστορούσα Σην βιοτήν, ήτις
εποιήθη, εν όρει τω Αγίω, και όλως παραδόξως, ουκ ανηυρίσκετο.
Τη προνοία Πάτερ όμως τη Ση, ευλήπτως ηυρέθη (το 2005), εν τη νήσω ήτις
τιμά, πολλούς αιώνας πάλαι, αυτής θείον
προστάτην, και έκτοτε ευρέως, γνωστή εγένετο (από το 2011).
Ευστράτιε μάκαρ θαυματουργέ, ουρανοπολίτα, μη ελλείπης διηνεκώς, Τριάδι τη
Αγία, πρεσβεύειν παρρησία, τοις πάσι δωρηθήναι, χάριν και έλεος.
Ώφθης Ευστρατίω τω
ευσεβεί, κι εζήτεις κατ΄όναρ, ανεγείρειν
τον Σον Ναόν, εν Λαδά χωρίω, ο ίσως ομοιάζει,
τω τόπω ένθα βίον, έζης ως άσαρκος.
Έχων παρρησίαν προς τον Χριστόν, Ευστράτιε θείε, καθικέτευε εκτενώς, υπέρ
των πιστών Σου, των εν Λαδά
τιμώντων, την πάνσεπτόν Σου μνήμην, και οσιότητα.
Δεύτε ασπασώμεθα ευλαβώς, εν τω Ταϋγέτω, την Εικόνα Σου την σεπτήν,
βρύουσαν παντοίων, νόσων και πάσης βλάβης, τοις πίστει εξαιτούσι, την θείαν
Χάριν Σου.
Σκέπε φρούρει σώζε θαυματουργέ, πάντας τους τιμώντας, την Αγίαν Σου την
Μορφήν (ή: πόθω τους φωνούντας, το Σον όνομα το κλεινόν), ώσπερ και εσχάτως, Βασίλειον τον
κτίστην, του εν Λαδά Ναού Σου, θαύματι
έσωσας (το 2003).
Δεύτε ευφημήσωμεν ευλαβώς, εν Λαδά χωρίω, την πεντάριθμον και σεπτήν, χορείαν Μαρτύρων, ων εν τω Πολυστύλω, προχέουσιν ιάσεις, ιερά Λείψανα.
Χαίρετε προστάται και αρωγοί, νήσου του Οσίου, Ευστρατίου του ασκητού, όστις ετιμάτο, πολλούς αιώνας πάλαι, εν τω σεπτώ Ναώ Υμών, μέχρι και πρό τινος (1968).
Χαίροις Αθλοφόρων πεντάς κλεινή, Ευστράτιε μάκαρ, και Αυξέντιε ιερέ, συν τω Ευγενίω, Μαρδάριε Ορέστα, Οσίου Ευστρατίου, φίλοι αγαπητοί.
Πάσαι των Αγγέλων αι στρατιαί…
Τα περισσότερα από τα παραπάνω τροπάρια βλ.: https://www.youtube.com/watch?v=-l0qGx8kUic
Ὁ Ὅσιος ὑποδεικνύων τόν τόπον
ΔΗΜΟΣΙΕΥΣΕΙΣ ΤΗΣ Σ. Ζ. ΣΤΟ ΙΝΤΕΡΝΕΤ
6. Απόστολος Ιούδας ο Θεάδελφος και Απόστολος Θαδδαίος, δύο διαφορετικοί ΄Αγιοι. Βλ. http://syndesmosklchi.blogspot.com/2014/09/blog-post_17.html
8. Panagiakolainasalamina. Βλ. https://panagiakolainasalamina.blogspot.com/

.jpg)
Comments
Post a Comment